Κυριακή, 19 Οκτωβρίου 2008

ΘΟΥΚΥΔΙΔΟΥ ΙΣΤΟΡΙΑ

Ὁ δὲ ἡμέρας τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ



ἔτεμνεν. Ἐλθόντες δὲ οἱ [Πλαταιῆς] πρέσβεις ὡς τοὺς ᾿Αθηναίους καὶ



βουλευσάμενοι μετ' αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ



πόλει τοιάδε· 'οὔτ' ἐν τῷ πρὸ τοῦ χρόνῳ, ὦ ἄνδρες Πλαταιῆς, ἀφ' οὗ



ξύμμαχοι ἐγενόμεθα, ᾿Αθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι



ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν.



Ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν



νεωτερίζειν περὶ τὴν ξυμμαχίαν.' [74] Τοιαῦτα τῶν πρέσβεων



ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο ᾿Αθηναίους μὴ προδιδόναι,



ἀλλ' ἀνέχεσθαι καὶ γῆν τεμνομένην, εἰ δεῖ, ὁρῶντας καὶ ἄλλο



πάσχοντας ὅ,τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ' ἀπὸ τοῦ



τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν ἃ Λακεδαιμόνιοι



προκαλοῦνται.


Παρασκευή, 3 Οκτωβρίου 2008

Περί αλαζονείας

 Από την Αντιγόνη του Σοφοκλή
στ.473-476
"ἀλλ᾽ ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις·"

Ελεύθερη απόδοση
Και ο σκληρός ο άνθρωπος, να ξέρεις,
πως πέφτει και συντρίβεται βαριά.
Δες το σκληρό το σίδερο, που μπήκε στη φωτιά
κι έγινε ατσάλι,
πώς, άμα πέσει από ψηλά,
σε χίλια κομμάτια σπάζει και τσακίζεται


Εσύ που έφτασες ψηλά, πολύ ψηλά, με μέσα άνομα,
και αλαζονεία γέμισες
πρόσεχε...,
το πέσιμό σου θα σε σε συντρίψει
και τίποτα, μα τίποτα
από σένα δε θα μείνει