Κυριακή, 19 Οκτωβρίου 2008

ΘΟΥΚΥΔΙΔΟΥ ΙΣΤΟΡΙΑ

Ὁ δὲ ἡμέρας τε ἐσπείσατο ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ



ἔτεμνεν. Ἐλθόντες δὲ οἱ [Πλαταιῆς] πρέσβεις ὡς τοὺς ᾿Αθηναίους καὶ



βουλευσάμενοι μετ' αὐτῶν πάλιν ἦλθον ἀπαγγέλλοντες τοῖς ἐν τῇ



πόλει τοιάδε· 'οὔτ' ἐν τῷ πρὸ τοῦ χρόνῳ, ὦ ἄνδρες Πλαταιῆς, ἀφ' οὗ



ξύμμαχοι ἐγενόμεθα, ᾿Αθηναῖοί φασιν ἐν οὐδενὶ ὑμᾶς προέσθαι



ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν.



Ἐπισκήπτουσί τε ὑμῖν πρὸς τῶν ὅρκων οὓς οἱ πατέρες ὤμοσαν μηδὲν



νεωτερίζειν περὶ τὴν ξυμμαχίαν.' [74] Τοιαῦτα τῶν πρέσβεων



ἀπαγγειλάντων οἱ Πλαταιῆς ἐβουλεύσαντο ᾿Αθηναίους μὴ προδιδόναι,



ἀλλ' ἀνέχεσθαι καὶ γῆν τεμνομένην, εἰ δεῖ, ὁρῶντας καὶ ἄλλο



πάσχοντας ὅ,τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ' ἀπὸ τοῦ



τείχους ἀποκρίνασθαι ὅτι ἀδύνατα σφίσι ποιεῖν ἐστὶν ἃ Λακεδαιμόνιοι



προκαλοῦνται.


Δεν υπάρχουν σχόλια: